|
ΙΕΡΟΙ ΚΑΝΟΝΕΣ |
|
Αριθμός Κανόνα : ις΄ Προέλευση : Πενθέκτης/Εν Τρούλλω Οικ. Συνόδου
Ἐπειδὴ ἡ τῶν Πράξεων βίβλος ἑπτὰ διακόνους ὑπὸ τῶν Ἀποστόλων καταστῆναι παραδίδωσιν, οἱ δὲ τῆς κατά Νεοκαισάρειαν συνόδου οὕτως ἐν τοῖς ἐκτεθεῖσι παρ' αὐτῶν κανόσι σαφῶς διεξῆλθον, ὅτι διάκονοι ἑπτὰ ὀφείλουσιν εἶναι, κατὰ τὸν κανόνα, κἄν πάνυ μεγάλη ἡ πόλις ᾖ· πεισθείσῃ δὲ καὶ ἐκ τῆς βίβλου τῶν Πράξεων· ἡμεῖς τῷ ἀποοτολικῷ ῥητῷ τὸν νοῦν ἐφαρμόσαντες τῶν Πατέρων, εὕρομεν, ὡς ὁ λόγος αὐτοῖς οὐ περὶ τῶν τοῖς μυστηρίοις διακονουμένων ἀνδρῶν ἦν, ἀλλὰ περὶ τῆς ἐν ταῖς χρείαις τῶν τραπεζῶν ὑπουργίας, τῆς τῶν Πράξεων βίβλου οὕτως ἐχούσης· Ἐν ταῖς ἡμέραις ἐκείναις, πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Προσκαλεσάμενοι οὖν οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, εἶπον· οὐκ ἀρεστὸν ἡμᾶς καταλείψαντας τῶν λόγον τοῦ Θεοῦ, διακονεὶν τραπέζαις. Ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος ἁγίου καὶ σοφίας, οὕς καταστήσωμεν ἐπὶ τῆς χρείας ταύτης· ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν· καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ἁγίου, καὶ Φίλιππον, καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον, προσήλυτον Ἀντιοχέα, οὕς ἔστησαν ἐνώπιον τῶν Ἀποστόλων. Ταῦτα διερμηνεύων ὁ τῆς ἐκκλησίας διδάσκαλος Ἰωάννης ὁ Χρυσόστομος, οὕτω διέξεισι. Θαυμάσαι ἄξιον, πῶς οὐκ ἐσχίσθη τὸ πλῆθος ἐπὶ τῇ αἱρέσει τῶν ἀνδρῶν, πῶς οὐκ ἀπεδοκιμάσθησαν ὑπ' αὐτῶν οἱ Ἀπόστολοι· ὁποῖον δὲ ἆρα ἀξίωμα οὗτοι εἶχον, καὶ ποίαν ἐδέξαντο χειροτονίαν, ἀναγκαῖον μαθεῖν. Ἆρα τὴν τῶν διακόνων; καὶ μὴν τοῦτο ἐν ταῖς ἐκκλησίαις οὔκ ἐστιν· ἀλλὰ τῶν πρεσβυτέρων ἐστὶν ἡ οἰκονομία; καὶ τοι οὐδέπω οὐδεὶς ἐπίσκοπος ἦν, ἀλλ’οἱ Ἀπόστολοι μόνον· ὅθεν οὔτε διακόνων, οὔτε πρεσβυτέρων οἶμαι τὸ ὄνομα εἶναι δῆλον καὶ φανερόν. Ἐπὶ τούτοις οὖν κηρύσσομεν καὶ ἡμεῖς, ὥστε τοὺς προειρημένους ἑπτὰ διακόνους, μὴ ἐπὶ τῶν τοῖς μυστηρίοις διακονουμένων λαμβάνεσθαι, κατὰ τὴν προερμηνευθεῖσαν διδασκαλίαν· ἀλλὰ τοὺς τὴν οἰκονομίαν τῆς κοινῆς χρείας τῶν τότε συνηθροισμένων ἐγχειρισθέντας, τούτους ὑπάρχειν· οἵ τύπος ἡμῖν κἄν τούτῳ γεγόνασι τῆς περὶ τοὺς δεομένους φιλανθρωπίας τε καὶ σπουδῆς. |
|